ΚΡΟΝΟΣ
Οἴει γὰρ τὸν ποιμένα ἐκεῖνον, τὸν ἀλαζόνα, ὑγιές τι περὶ ἐμοῦ εἰδέναι; σκόπει δὲ οὕτως. ἔσθ’ ὅστις ἄνθρωπος (οὐ γὰρ θεὸν ἐρῶ) ὑπομείνειεν ἂν ἑκὼν αὐτὸς καταφαγεῖν τὰ τέκνα, εἰ
1
μή τις Θυέστης ὢν ἀσεβεῖ ἀδελφῷ περιπεσὼν ἤσθιε; καὶ εἰ τοῦτο μανείη, πῶς ἀγνοήσει λίθον ἀντὶ βρέφους ἐσθίων, εἰ μὴ ἀνάλγητος εἴη τοὺς ὀδόντας; ἀλλ’ οὔτε ἐπολεμήσαμεν οὔτε ὁ Ζεὺς βίᾳ τὴν ἀρχὴν, ἑκόντος δέ μου παραδόντος αὐτῷ καὶ ὑπεκστάντος, ἄρχει.
2
ὅτι μὲν γὰρ οὔτε πεπέδημαι οὔτε ἐν τῷ Ταρτάρῳ εἰμί, καὶ αὐτὸς ὁρᾷς οἶμαι εἰ μὴ τυφλὸς ὥσπερ Ὅμηρος εἶ.
Saturnalia. Lucian of Samosata. ed. Kenneth Kilburn. Medford, MA. Perseus 5.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.