Μῶμος
πολλοὶ γάρ, φημί, οὐκ ἀγαπῶντες ὅτι αὐτοὶ
1
μετέχουσι τῶν αὐτῶν ἡμῖν ξυνεδρίων καὶ εὐωχοῦνται ἐπʼ ἴσης, καὶ ταῦτα θνητοὶ ἐξ ἡμισείας ὄντες, ἔτι καὶ τοὺς ὑπηρέτας καὶ θιασώτας τοὺς αὐτῶν ἀνήγαγον ἐς τὸν οὐρανὸν καὶ παρενέγραψαν, καὶ νῦν ἐπʼ ἴσης διανομάς τε νέμονται καὶ θυσιῶν μετέχουσιν, οὐδὲ καταβαλόντες ἡμῖν τὸ μετοίκιον.
Ζεύς
μηδὲν αἰνιγματῶδες,
2
ὦ Μῶμε, ἀλλὰ σαφῶς καὶ διαρρήδην λέγε, προστιθεὶς καὶ τοὔνομα, νῦν γὰρ ἐς τὸ μέσον ἀπέρριπταί σοι ὁ λόγος, ὡς πολλοὺς εἰκάζειν καὶ ἐφαρμόζειν ἄλλοτε ἄλλον τοῖς λεγομένοις. χρὴ δὲ παρρησιαστὴν ὄντα μηδὲν ὀκνεῖν λέγειν.
Deorum concilium. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.