Λυκῖνος
συντέτακται μέν, ὦ Πάμφιλε, ὡς οἶσθα, ἐκ βασιλέως μισθοφορά τις οὐ φαύλη κατὰ γένη τοῖς φιλοσόφοις, Στωϊκοῖς λέγω καὶ Πλατωνικοῖς καὶ Ἐπικουρείοις, ἔτι δὲ καὶ τοῖς ἐκ τοῦ Περιπάτου, τὰ ἴσα τούτοις ἅπασιν. ἔδει δὲ ἀποθανόντος αὐτῶν τινος ἄλλον ἀντικαθίστασθαι δοκιμασθέντα ψήφῳ τῶν ἀρίστων. καὶ τὰ ἆθλα οὐ βοείη τις ἦν, κατὰ τὸν ποιητήν, οὐδὲ ἱερεῖον, ἀλλὰ μύριαι κατὰ τὸν ἐνιαυτόν, ἐφʼ ὅτῳ συνεῖναι τοῖς νέοις.
Πάμφιλος
οἶδα ταῦτα· καί τινά φασιν αὐτῶν ἔναγχος ἀποθανεῖν, τῶν Περιπατητικῶν οἶμαι τὸν ἕτερον.
Λυκῖνος
Πάμφιλος
καὶ μὴν καὶ τὸ δόγμα
τοῦτό γέ ἐστιν τοῖς Περιπατητικοῖς, τὸ μὴ σφόδρα καταφρονεῖν χρημάτων, ἀλλὰ τρίτον τι ἀγαθὸν καὶ τοῦτο οἴεσθαι.
Λυκῖνος
ὀρθῶς λέγεις. φασὶ γὰρ οὖν ταῦτα, καὶ κατὰ τὰ πάτρια ἐγίγνετο αὐτοῖς ὁ πόλεμος.
Eunuchus. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.