Λυκῖνος
ἐν τούτῳ τρίτος ἄλλος
1
παρεστώς — τὸ δὲ ὄνομα ἐν ἀφανεῖ κείσθω —
καὶ μήν ἔφη,
ὦ ἄνδρες δικασταί, οὑτοσὶ ὁ τὰς γνάθους λεῖος καὶ τὸ φώνημα γυναικεῖος καὶ τὰ ἄλλα εὐνούχῳ ἐοικὼς εἰ ἀποδύσαιτο, πάνυ ἀνδρεῖος ὑμῖν φανεῖται· εἰ δὲ μὴ ψεύδονται οἱ περὶ αὐτοῦ λέγοντες, καὶ μοιχὸς ἑάλω ποτέ, ὡς ὁ ἄξων φησίν, ἄρθρα ἐν ἄρθροις ἔχων. ἀλλὰ τότε μὲν ἐς τὸν εὐνοῦχον ἀναφυγὼν καὶ τοῦτο κρησφύγετον εὑρόμενος ἀφείθη, ἀπιστησάντων τῇ κατηγορίᾳ τῶν τότε δικαστῶν ἀπό γε τῆς φανερᾶς ὄψεως· νῦν δὲ κἂν παλινῳδῆσαί μοι δοκεῖ τοῦ προκειμένου μισθοῦ ἕνεκα.
Eunuchus. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.