Λεξιφάνης
ὁ μέντοι ἰπνολέβης ὑπερπαφλάζων ἐς κεφαλὴν ἡμῖν ἐπέτρεπε τοὺς ἄνθρακας. ἐπίνομεν δὲ ἀμυστὶ καὶ ἤδη ἀκροθώρακες ἦμεν· εἶτʼ ἐχριόμεθα βακχάριδι καὶ εἰσεκύκλησέ τις ἡμῖν τὴν ποδοκτύπην καὶ τριγωνίστριαν· μετὰ δὲ ὁ μέν τις ἐπὶ τὴν κατήλιφα ἀναρριχησάμενος
1
ἐπιφόρημα ἐζήτει, ὁ δὲ ληκίνδα ἔπαιζεν, ἄλλος ἐρρικνοῦτο σὺν γέλωτι τὴν ὀσφῦν.
Lexiphanes. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.