Λεξιφάνης
μῶν ἐκεῖνον, ἦν δʼ ἐγώ,
φὴς Δίωνα τὸν καταπύγονα καὶ λακκοσχέαν, τὸν μύρτωνα καὶ σχινοτρώκταν νεανίσκον, ἀναφλῶντα καὶ βλιμάζοντα, ἤν τινα πεώδη καὶ πόσθωνα αἴσθηται; μίνθων
1
ἐκεῖνός γε καὶ λαικαλέος.
ἀλλὰ
τοί γε τὴν θεόν, ἦ δʼ ὃς ὁ Εὔδημος,
θαυμάσας — Ἄρτεμις γάρ ἐστιν αὐτοῖς ἐν μέσῃ τῇ αὐλῇ, Σκοπάδειον ἔργον — ταύτῃ προσπεσόντες ὅ τε Δαμασίας καὶ ἡ γυνὴ αὐτοῦ, πρεσβῦτις ἤδη καὶ τὴν κεφαλὴν πολιὰς ἀκριβῶς, ἱκέτευον ἐλεῆσαι σφᾶς· ἡ δὲ αὐτίκα ἐπένευσεν, καὶ σῶς ἦν, καὶ νῦν Θεόδωρον, μᾶλλον δὲ περιφανῶς Ἀρτεμίδωρον ἔχουσι τὸν νεανίσκον. ἀνέθεσαν οὖν αὐτῇ τά τε ἄλλα καὶ βέλη καὶ τόξα, ὅτι χαίρει τούτοις· τοξότις γὰρ καὶ ἑκηβόλος καὶ τηλέμαχος ἡ Ἄρτεμις.
Lexiphanes. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.