Λυκῖνος
ἐν μέν γε Θεσσαλίᾳ τοσοῦτον ἐπέδωκεν τῆς ὀρχηστικῆς ἡ ἄσκησις, ὥστε τοὺς προστάτας καὶ προαγωνιστὰς αὐτῶν προορχηστῆρας
ἐκάλουν· καὶ δηλοῦσι τοῦτο αἱ τῶν ἀνδριάντων ἐπιγραφαὶ
οὓς τοῖς ἀριστεύουσιν
ἀνίστασαν·
προὔκρινεν γάρ, φασίν,
1
προορχηστῆρα ἁ πόλις. καὶ αὖθις,
Εἰλατίωνι τὰν εἰκόνα ὁ δᾶμος εὖ ὀρχησαμένῳ τὰν μάχαν.
De saltatione. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.