Μνήσιππος
πάνυ τραγικά, ὦ Τόξαρι, καὶ μύθοις ὅμοια· καὶ ἵλεως μὲν ὁ Ἀκινάκης καὶ ὁ Ἄνεμος εἶεν, οὓς ὤμοσας· εἰ δʼ οὖν
1
τις ἀπιστοίη αὐτοῖς, οὐ πάνυ μεμπτὸς εἶναι δόξειεν ἄν.
Τόξαρις
ἀλλʼ ὅρα, ὦ γενναῖε, μὴ φθόνος ὑμῶν ἡ ἀπιστία ᾖ. πλὴν οὐκ ἐμὲ ἀποτρέψεις ἀπιστῶν καὶ ἄλλα τοιαῦτα εἰπεῖν ἃ οἶδα ὑπὸ Σκυθῶν γενόμενα.
Μνήσιππος
μὴ μακρὰ μόνον, ὦ ἄριστε, μηδὲ οὕτως ἀφέτοις χρώμενος τοῖς λόγοις· ὡς νῦν γε, ἄνω καὶ κάτω τὴν Σκυθίαν καὶ τὴν Μαχλυανὴν
2
διαθέων καὶ εἰς τὸν Βόσπορον ἀπιών, εἶτʼ ἐπανιών, πάνυ μου κατεχρήσω τῇ σιωπῇ.
Τόξαρις
πειστέον καὶ ταῦτά σοι νομοθετοῦντι καὶ διὰ βραχέων λεκτέον, μὴ καὶ κάμῃς ἡμῖν τῇ ἀκοῇ συμπερινοστῶν.
Toxaris vel amicitia. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.