Τόξαρις
ἄκουε δή, ὦ θαυμάσιε, καὶ σκόπει καθʼ ὅσον ἡμεῖς οἱ βάρβαροι εὐγνωμονέστερον ὑμῶν περὶ τῶν ἀγαθῶν ἀνδρῶν κρίνομεν, εἴ γε ἐν Ἄργει μὲν καὶ Μυκήναις οὐδὲ τάφον ἔνδοξον ἔστιν ἰδεῖν Ὀρέστου ἢ Πυλάδου, παρʼ ἡμῖν δὲ καὶ νεὼς ἀποδέδεικται αὐτοῖς ἅμα ἀμφοτέροις, ὥσπερ εἰκὸς ἦν, ἑταίροις γε οὖσι, καὶ θυσίαι προσάγονται καὶ ἡ ἄλλη τιμὴ ἅπασα, κωλύει τε οὐδὲν ὅτι ξένοι ἦσαν ἀλλὰ μὴ Σκύθαι ἀγαθοὺς κεκρίσθαι καὶ ὑπὸ Σκυθῶν τῶν ἀρίστων θεραπεύεσθαι.
1
οὐ γὰρ ἐξετάζομεν ὅθεν οἱ καλοὶ καὶ
ἀγαθοί εἰσιν, οὐδὲ φθονοῦμεν εἰ μὴ φίλοι ὄντες ἀγαθὰ εἰργάσαντο, ἐπαινοῦντες δὲ ἃ ἔπραξαν, οἰκείους αὐτοὺς ἀπὸ τῶν ἔργων ποιούμεθα.
Ὃ δὲ δὴ μάλιστα καταπλαγέντες τῶν ἀνδρῶν ἐκείνων ἐπαινοῦμεν τοῦτό ἐστιν, ὅτι ἡμῖν ἔδοξαν φίλοι οὗτοι δὴ ἄριστοι ἁπάντων γεγενῆσθαι καὶ τοῖς ἄλλοις νομοθέται καταστῆναι ὡς χρὴ τοῖς φίλοις ἁπάσης τύχης κοινωνεῖν.
2
Toxaris vel amicitia. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.