Τόξαρις
πρότερον δέ σοι εἰπεῖν βούλομαι ὃν τρόπον ποιούμεθα τοὺς φίλους, οὐκ ἐκ τῶν πότων, ὥσπερ ὑμεῖς, οὐδὲ εἰ συνέφηβός τις ἢ γείτων ἦν, ἀλλʼ ἐπειδάν τινα ἴδωμεν ἀγαθὸν ἄνδρα καὶ μεγάλα ἐργάσασθαι δυνάμενον, ἐπὶ τοῦτον ἅπαντες σπεύδομεν, καὶ ὅπερ ὑμεῖς ἐν τοῖς γάμοις, τοῦτο ἡμεῖς ἐπὶ τῶν φίλων ποιεῖν ἀξιοῦμεν, ἐπὶ πολὺ μνηστευόμενοι καὶ πάντα ὁμοῦ πράττοντες ὡς μὴ διαμαρτάνοιμεν τῆς φιλίας μηδὲ ἀπόβλητοι δόξωμεν εἶναι. κἀπειδὰν προκριθείς τις ἤδη φίλος ᾖ, συνθῆκαι τὸ ἀπὸ τούτου καὶ ὅρκος ὁ μέγιστος, ἦ μὴν καὶ βιώσεσθαι μετʼ ἀλλήλων καὶ ἀποθανεῖσθαι, ἢν δέῃ, ὑπὲρ τοῦ ἑτέρου τὸν ἕτερον· καὶ οὕτω ποιοῦμεν. ἀφʼ οὗ γὰρ ἂν
1
ἐντεμόντες ἅπαξ τοὺς δακτύλους ἐνσταλάξωμεν τὸ αἷμα εἰς κύλικα καὶ τὰ ξίφη ἄκρα βάψαντες ἅμα ἀμφότεροι ἐπισχόμενοι πίωμεν, οὐκ ἔστιν ὅ τι τὸ μετὰ τοῦτο ἡμᾶς διαλύσειεν ἄν. ἐφεῖται δὲ τὸ μέγιστον ἄχρι τριῶν ἐς τὰς συνθήκας εἰσιέναι· ὡς ὅστις ἂν πολύφιλος ᾖ, ὅμοιος ἡμῖν δοκεῖ ταῖς κοιναῖς ταύταις καὶ μοιχευομέναις γυναιξί, καὶ οἰόμεθα οὐκέθʼ ὁμοίως ἰσχυρὰν αὐτοῦ τὴν φιλίαν εἶναι, πρὸς πολλὰς εὐνοίας διαιρεθεῖσαν.
Toxaris vel amicitia. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.