Μνήσιππος
λοιπὸς ἡμῖν ὁ πέμπτος, καί μοι δοκῶ οὐκ ἄλλον ἐρεῖν Δημητρίου τοῦ Σουνιέως ἐπιλαθόμενος.
συνεκπλεύσας γὰρ ἐς τὴν Αἴγυπτον
1
ὁ Δημήτριος Ἀντιφίλῳ τῷ Ἀλωπεκῆθεν, ἑταίρῳ ἐκ παίδων ὄντι καὶ συνεφήβῳ, συνῆν καὶ συνεπαιδεύετο, αὐτὸς μὲν τὴν ἄσκησιν τὴν Κυνικὴν ἀσκούμενος ὑπὸ τῷ Ῥοδίῳ ἐκείνῳ σοφιστῇ, ὁ δὲ Ἀντίφιλος ἰατρικὴν ἄρα ἐμελέτα. καὶ δή ποτε ὁ μὲν Δημήτριος ἔτυχεν ἐς τὴν Αἴγυπτον
2
ἀποδημῶν κατὰ θέαν τῶν πυραμίδων καὶ τοῦ Μέμνονος· ἤκουε γὰρ ταύτας ὑψηλὰς οὔσας μὴ παρέχεσθαι σκιάν, τὸν δὲ Μέμνονα βοᾶν πρὸς ἀνατέλλοντα τὸν ἥλιον. τούτων ἐπιθυμήσας Δημήτριος, θέας μὲν τῶν πυραμίδων, ἀκροάσεως δὲ τοῦ Μέμνονος, ἀναπεπλεύκει κατὰ τὸν Νεῖλον ἕκτον ἤδη μῆνα, ὀκνήσαντα πρὸς τὴν ὁδὸν καὶ τὸ θάλπος ἀπολιπὼν τὸν Ἀντίφιλον.
Toxaris vel amicitia. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.