Μνήσιππος
μετὰ δὲ τούτους οὐ φαύλους ὄντας, ὡς ἔγωγʼ ἂν εἴποιμι, ἄκουσον ἤδη τρίτον ἄλλον οὐδέν τι χείρονα αὐτῶν.
Εὐδαμίδας Κορίνθιος Ἀρεταίῳ τῷ Κορινθίῳ καὶ Χαριξένῳ
1
τῷ Σικυωνίῳ φίλοις ἐκέχρητο εὐπόροις οὖσι πενέστατος αὐτὸς
ὤν· ἐπεὶ δὲ ἀπέθνησκε, διαθήκας ἀπέλιπε τοῖς μὲν ἄλλοις ἴσως γελοίους,
2
σοὶ δὲ οὐκ οἶδα εἰ τοιαῦται δόξουσιν ἀνδρὶ ἀγαθῷ καὶ φιλίαν τιμῶντι καὶ περὶ τῶν ἐν αὐτῇ πρωτείων ἁμιλλωμένῳ· ἐγέγραπτο γὰρ ἐν αὐταῖς,
ἀπολείπω Ἀρεταίῳ μὲν τὴν μητέρα μου τρέφειν καὶ γηροκομεῖν, Χαριξένῳ δὲ τὴν θυγατέρα μου ἐκδοῦναι μετὰ προικὸς ὁπόσην ἂν πλείστην ἐπιδοῦναι παρʼ αὑτοῦ δύνηται — ἦν δὲ αὐτῷ καὶ μήτηρ πρεσβῦτις καὶ θυγάτριον ὡραῖον ἤδη γάμου —
ἢν δέ τι ἅτερος αὐτῶν ἐν τοσούτῳ πάθῃ, τὴν ἐκείνου μερίδα, φησίν,
ἐχέτω ὁ ἕτερος. τούτων ἀναγνωσθεισῶν τῶν διαθηκῶν οἱ τὴν πενίαν μὲν εἰδότες τοῦ Εὐδαμίδα, τὴν φιλίαν δὲ ἣ πρὸς τοὺς ἄνδρας ἦν αὐτῷ ἀγνοοῦντες ἐν παιδιᾷ τὸ πρᾶγμα ἐποιοῦντο καὶ οὐδεὶς ὅστις οὐ γελῶν ἀπηλλάττετο,
οἷον Ἀρεταῖος καὶ Χαρίξενος οἱ εὐδαίμονες κλῆρον διαδέξονται, λέγοντες,
εἴπερ ἀποτίσουσιν Εὐδαμίδᾳ καὶ ζῶντες αὐτοὶ κληρονομήσονται ὑπὸ τοῦ νεκροῦ.
Toxaris vel amicitia. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.