Ζεύς
τοὺς γυμνοσοφιστὰς λέγεις. ἀκούω γοῦν
τά τε ἄλλα περὶ αὐτῶν καὶ ὅτι ἐπὶ πυρὰν μεγίστην ἀναβάντες ἀνέχονται καιόμενοι, οὐδὲν τοῦ σχήματος ἢ τῆς καθέδρας ἐντρέποντες.
1
ἀλλʼ οὐ μέγα τοῦτο· ἔναγχος γοῦν καὶ Ὀλυμπίασιν τὸ ὅμοιον ἐγὼ εἶδον γενόμενον, εἰκὸς δὲ καὶ σὲ παρεῖναι καιομένου τότε τοῦ γέροντος.
Φιλοσοφία
οὐδὲ ἀνῆλθον, ὦ πάτερ, εἰς Ὀλυμπίαν δέει τῶν καταράτων ἐκείνων οὓς ἔφην, ὅτι πολλοὺς αὐτῶν ἑώρων ἀπιόντας, ὡς λοιδορήσαιντο τοῖς ξυνεληλυθόσι καὶ βοῆς τὸν ὀπισθόδομον ἐμπλήσωσιν ὑλακτοῦντες, ὥστε οὐδὲ εἶδον ἐκεῖνον ὅπως ἀπέθανεν.
Fugitivi. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.