Ζεύς
δεινὰ ταῦτα, ὦ θύγατερ. ἀλλὰ τί μάλιστα ἠδικήκασί σε;
Φιλοσοφία
σκόπει, ὦ πάτερ, εἰ μικρά. σὺ γὰρ κατιδὼν τὸν βίον ἀδικίας καὶ παρανομίας μεστὸν ἅτε ἀμαθίᾳ καὶ ὕβρει ξυνόντα καὶ ταραττόμενον ὑπʼ αὐτῶν, κατελεήσας τὸ ἀνθρώπειον ὑπὸ τῇ ἀγνοίᾳ ἐλαυνόμενον ἐμὲ κατέπεμψας, ἐντειλάμενος ἐπιμεληθῆναι ὡς παύσαιντο μὲν ἀδικοῦντες ἀλλήλους καὶ βιαζόμενοι καὶ ὅμοια τοῖς θηρίοις βιοῦντες, ἀναβλέψαντες δὲ πρὸς τὴν ἀλήθειαν εἰρηνικώτερον ξυμπολιτεύοιντο. ἔφης γοῦν πρός με καταπέμπων,
ἅ μὲν πράττουσιν οἱ ἄνθρωποι καὶ ὡς διάκεινται ὑπὸ τῆς ἀμαθίας, ὦ θύγατερ, καὶ αὐτὴ
ὁρᾷς· ἐγὼ δέ (ἐλεῶ γὰρ αὐτούς) σέ, ἣν μόνην ἰάσασθαι ἂν τὰ γιγνόμενα οἶμαι, προκρίνας ἐξ ἁπάντων ἡμῶν πέμπω ἰασομένην.
Fugitivi. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.