Φιλοσοφία
ἐπίσχες. οὐ γυναικός ἐστι φωνὴ ῥαψῳδούσης τι τῶν Ὁμήρου;
Ἑρμῆς
νὴ Δία· ἀλλʼ ἀκούσωμεν ὅ τι καὶ λέγει.
Γυνή
1
ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν,
ὃς χρυσὸν φιλέει μὲν ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.
Ἑρμῆς
οὐκοῦν τὸν Κάνθαρόν σοι μισητέον.
Γυνή
ξεινοδόκον
2
κακὰ ῥέξεν, ὅ κεν φιλότητα παράσχῃ.
Ἀνήρ
περὶ ἐμοῦ τοῦτο τὸ ἔπος, οὗ τὴν γυναῖκα ᾤχετο ἀπάγων διότι αὐτὸν ὑπεδεξάμην.
Γυνή
οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο,
οὔτε ποτʼ ἐν πολέμῳ ἐναρίθμιος οὔτʼ ἐνὶ βουλῇ,
Θερσίτʼ ἀκριτόμυθε, κακῶν πανάριστε κολοιῶν
μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν.
Δεσπότης
α Εἰκότως τῷ καταράτῳ
3
τὰ ἔπη.
Γυνή
Πρόσθε κύων, ὄπιθεν δὲ λέων, μέσση δὲ χίμαιρα
δεινὸν ἀποπνείουσα τρίτου κυνὸς ἄγριον
4
ὁρμήν.
Fugitivi. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.