Λυκῖνος
οὐ μόνον δὲ τοῦτο ἑκατέρου αὐτῶν γνώρισμά ἐστιν, τὸ τοὺς μὲν κόλακας οὐκ ὀκνεῖν καὶ ψεύδεσθαι τοῦ χαρίσασθαι ἕνεκα τοῖς ἐπαινουμένοις, ἐξαίρειν δὲ τοὺς ἐπαινοῦντας τὰ ὑπάρχοντα
πειρᾶσθαι· ἀλλὰ κἀκείνῳ οὐ μικρῷ διαλλάττουσιν, ὅτι οἱ μὲν κόλακες, ἐφʼ ὅσον οἷόν τε αὐτοῖς, χρῶνται ταῖς ὑπερβολαῖς, οἱ ἐπαινοῦντες δὲ καὶ ἐν αὐταῖς ταύταις σωφρονοῦσιν καὶ ἐντὸς τῶν ὅρων μένουσιν.
ταῦτά σοι ἀπὸ πολλῶν ὀλίγα κολακείας καὶ ἐπαίνου ἀληθοῦς δείγματα, ὡς μὴ πάντας ὑποπτεύσῃς τοὺς ἐπαινοῦντας, ἀλλὰ διακρίνῃς καὶ παραμετρῇς τῷ οἰκείῳ μέτρῳ ἑκάτερον.
Pro imaginibus. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.