Πολύστρατος
ἑξῆς δὲ μετὰ ταύτην ἡ τῆς σωφροσύνης αὐτῆς γεγράφθω καὶ τῆς πρὸς τὸν συνόντα εὐνοίας, ὡς κατὰ τὴν τοῦ Ἰκαρίου μάλιστα εἶναι τὴν σαόφρονα καὶ τὴν περίφρονα ὑπὸ τοῦ Ὁμήρου γεγραμμένην — τοιαύτην γὰρ τὴν τῆς
Πηνελόπης εἰκόνα ἐκεῖνος ἔγραψεν — ἢ καὶ νὴ Δία κατὰ τὴν ὁμώνυμον αὐτῆς τὴν τοῦ Ἀβραδάτα, ἧς μικρὸν ἔμπροσθεν ἐμνημονεύσαμεν.
Λυκῖνος
παγκάλην καὶ ταύτην, ὦ Πολύστρατε, ἀπειργάσω, καὶ σχεδὸν ἤδη τέλος σοι ἔχουσιν αἱ εἰκόνες· ἅπασαν γὰρ ἐπελήλυθας τὴν ψυχὴν κατὰ μέρη ἐπαινῶν.
Imagines. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.