Μένιππος
αὐτὸς μὲν οὖν μαγικήν τινα ἐνέδυ στολὴν τὰ πολλὰ ἐοικυῖαν τῇ Μηδικῇ, ἐμὲ δὲ τουτοισὶ φέρων ἐνεσκεύασε, τῷ πίλῳ καὶ τῇ λεοντῇ καὶ προσέτι τῇ λύρᾳ, καὶ παρεκελεύσατο, ἤν τις ἔρηταί με τοὔνομα, Μένιππον μὴ λέγειν, Ἡρακλέα δὲ ἢ Ὀδυσσέα ἢ Ὀρφέα.
Φίλος
ὡς δὴ τί τοῦτο, ὦ Μένιππε; οὐ γὰρ συνίημι τὴν αἰτίαν οὔτε τοῦ σχήματος οὔτε τῶν ὀνομάτων.
Μένιππος
καὶ μὴν πρόδηλόν γε τοῦτο καὶ οὐ παντελῶς ἀπόρρητον· ἐπεὶ γὰρ οὗτοι πρὸ ἡμῶν ζῶντες εἰς Ἅιδου κατεληλύθεσαν, ἡγεῖτο, εἴ με ἀπεικάσειεν αὐτοῖς, ῥᾳδίως ἂν τὴν τοῦ Αἰακοῦ φρουρὰν διαλαθεῖν καὶ ἀκωλύτως ἂν παρελθεῖν ἅτε συνηθέστερον, τραγικῶς μάλα παραπεμπόμενον ὑπὸ τοῦ σχήματος.
Necyomantia. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.