Μένιππος
ὦ χαῖρε μέλαθρον
πρόπυλά θʼ ἑστίας ἐμῆς,
ὡς
ἄσμενός
ς’ ἐσεῖδον ἐς φάος μολών.
Φίλος
Μένιππος
ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας λιπών, ἵνʼ
Ἅιδης χωρὶς ᾤκισται θεῶν.
Φίλος
Ἡράκλεις, ἐλελήθει Μένιππος ἡμᾶς ἀποθανών, κᾆτα ἐξ ὑπαρχῆς ἀναβεβίωκεν;
Μένιππος
οὔκ, ἀλλʼ ἔτʼ ἔμπνουν Ἀΐδης μʼ ἐδέξατο.
Φίλος
τίς δὴ αἰτία σοι τῆς καινῆς καὶ παραδόξου ταύτης ἀποδημίας;
Μένιππος
νεότης μʼ ἐπῆρε καὶ θράσος τοῦ νοῦ πλέον.
Φίλος
παῦσαι, μακάριε, τραγῳδῶν καὶ λέγε οὑτωσί πως ἁπλῶς καταβὰς ἀπὸ τῶν ἰαμβείων, τίς ἡ
στολή; τί σοι τῆς κάτω πορείας ἐδέησεν; ἄλλως γὰρ οὐχ ἡδεῖά τις οὐδὲ ἀσπάσιος ἡ ὁδός.
Μένιππος
ὦ φιλότης, χρειώ με κατήγαγεν εἰς Ἀΐδαο ψυχῇ χρησόμενον
Θηβαίου Τειρεσίαο.
Φίλος
οὗτος, ἀλλʼ ἦ
παραπαίεις· οὐ γὰρ ἂν οὕτως ἐμμέτρως ἐρραψῴδεις πρὸς ἄνδρας φίλους.
Μένιππος
μὴ θαυμάσῃς, ὦ ἑταῖρε· νεωστὶ γὰρ Εὐριπίδῃ καὶ Ὁμήρῳ συγγενόμενος οὐκ οἶδʼ ὅπως ἀνεπλήσθην τῶν ἐπῶν καὶ αὐτόματά μοι τὰ μέτρα ἐπὶ τὸ στόμα ἔρχεται.
Necyomantia. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.