Ἀνάχαρσις
τὰ δὲ ἆθλα τίνα ὑμῖν ταῦτά ἐστιν;
Σόλων
Ὀλυμπίασι μὲν στέφανος ἐκ κοτίνου, Ἰσθμοῖ δὲ ἐκ πίτυος, ἐν Νεμέᾳ δὲ σελίνων πεπλεγμένος, Πυθοῖ δὲ μῆλα τῶν ἱερῶν τοῦ θεοῦ, παρʼ ἡμῖν δὲ τοῖς Παναθηναίοις τὸ ἔλαιον τὸ ἐκ τῆς μορίας. τί ἐγέλασας, ὦ Ἀνάχαρσι; ἢ διότι μικρά σοι εἶναι ταῦτα δοκεῖ;
Ἀνάχαρσις
οὔκ, ἀλλὰ πάνσεμνα, ὦ Σόλων, κατέλεξας τὰ ἆθλα καὶ ἄξια τοῖς τε διαθεῖσιν αὐτὰ φιλοτιμεῖσθαι ἐπὶ τῇ μεγαλοδωρεᾷ καὶ τοῖς ἀγωνισταῖς αὐτοῖς ὑπερεσπουδακέναι περὶ τὴν ἀναίρεσιν τῶν τηλικούτων, ὥστε μήλων ἕνεκα καὶ σελίνων τοσαῦτα προπονεῖν καὶ κινδυνεύειν ἀγχομένους πρὸς ἀλλήλων καὶ κατακλωμένους, ὡς οὐκ ἐνὸν ἀπραγμόνως εὐπορῆσαι μήλων ὅτῳ ἐπιθυμία ἢ σελίνῳ ἐστεφανῶσθαι ἢ πίτυϊ μήτε πηλῷ καταχριόμενον τὸ πρόσωπον μήτε λακτιζόμενον εἰς τὴν γαστέρα ὑπὸ τῶν ἀνταγωνιστῶν.
Anacharsis. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.