Τυχιάδης
νὴ Δίʼ, ἦν δʼ ἐγώ,
εἶδόν τινα ἐπὶ δεξιὰ τοῦ κρουνοῦ,
1
ταινίας καὶ στεφάνους ξηροὺς ἔχοντα, κατακεχρυσωμένον πετάλοις τὸ στῆθος.
ἐγὼ δέ, ὁ Εὐκράτης ἔφη,
ἐκεῖνα ἐχρύσωσα, ὁπότε μʼ ἰάσατο διὰ τρίτης ὑπὸ τοῦ ἠπιάλου ἀπολλύμενον.
ἦ γὰρ καὶ ἰατρός, ἦν δʼ ἐγώ,
ὁ βέλτιστος ἡμῖν Πέλλιχος οὗτός ἐστιν;
μὴ σκῶπτε, ἦ δʼ ὃς ὁ Εὐκράτης,
ἤ σε οὐκ εἰς μακρὰν μέτεισιν ὁ
ἀνήρ· οἶδα ἐγὼ ὅσον δύναται οὗτος ὁ ὑπὸ σοῦ γελώμενος ἀνδριάς. ἢ οὐ νομίζεις τοῦ αὐτοῦ εἶναι καὶ ἐπιπέμπειν ἠπιάλους οἷς ἂν ἐθέλῃ, εἴ γε καὶ ἀποπέμπειν δυνατὸν αὐτῷ;
ἵλεως, ἦν δʼ ἐγώ,
ἔστω ὁ ἀνδριὰς καὶ ἤπιος οὕτως ἀνδρεῖος ὤν. τί δʼ οὖν καὶ ἄλλο ποιοῦντα ὁρᾶτε αὐτὸν ἅπαντες οἱ ἐν τῇ οἰκίᾳ;
ἐπειδὰν τάχιστα, ἔφη,
νὺξ γένηται, ὁ δὲ καταβὰς ἀπὸ τῆς βάσεως ἐφʼ ᾗ ἕστηκε περίεισιν ἐν κύκλῳ τὴν οἰκίαν, καὶ πάντες ἐντυγχάνομεν αὐτῷ ἐνίοτε καὶ ᾄδοντι, καὶ οὐκ ἔστιν ὅντινα
ἠδίκησεν·
ἐκτρέπεσθαι γὰρ χρὴ
μόνον· ὁ δὲ παρέρχεται μηδὲν ἐνοχλήσας τοὺς ἰδόντας. καὶ μὴν καὶ λούεται τὰ πολλὰ καὶ παίζει διʼ ὅλης τῆς νυκτός, ὥστε ἀκούειν τοῦ ὕδατος ψοφοῦντος.
ὅρα τοίνυν, ἦν δʼ ἐγώ,
μὴ οὐχὶ Πέλλιχος ὁ ἀνδριάς, ἀλλὰ Τάλως ὁ Κρὴς ὁ τοῦ Μίνωος ᾖ· καὶ γὰρ ἐκεῖνος χαλκοῦς τις ἦν τῆς Κρήτης περίπολος. εἰ δὲ μὴ χαλκοῦ, ὦ Εὔκρατες, ἀλλὰ ξύλου πεποίητο, οὐδὲν αὐτὸν ἐκώλυεν οὐ Δημητρίου ἔργον εἶναι, ἀλλὰ τῶν Δαιδάλου
τεχνημάτων· δραπετεύει γοῦν, ὡς φής, ἀπὸ τῆς βάσεως καὶ οὗτος.
Philopseudes sive incredulus. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.