Σίμων
καὶ μὴν οὐδὲ
τοιοῦτόν τί ἐστιν ἡ παρασιτικὴ ὁποῖον τὸ κάλλος καὶ ἡ ἰσχύς, ὥστε τέχνην μὲν μὴ δοκεῖν αὐτήν, δύναμιν δέ τινα τοιαύτην.
Τυχιάδης
ἀληθῆ λέγεις.
Σίμων
<Τυχιάδης>
<οὐδαμῶς.>
<Σίμων>
<τί δʼ, εἰ ἵππους ἐπιτραφθείη τις μὴ ἐπιστάμενος ἠνιοχεῖν;>
Τυχιάδης
οὐδʼ οὗτος.
Σίμων
τί δή ποτε, ἢ τῷ μὴ ἔχειν τέχνην, διʼ ἧς δυνήσεται σώζειν ἑαυτόν;
Τυχιάδης
καὶ μάλα.
Σίμων
οὐκοῦν καὶ παράσιτος ὑπὸ τῆς παρασιτικῆς, εἴπερ ἦν ἀτεχνία, οὐκ ἂν ἐσώζετο;
Τυχιάδης
ναί.
Σίμων
οὐκοῦν τέχνῃ σώζεται, ἀτεχνίᾳ δὲ οὔ;
Τυχιάδης
πάνυ μὲν οὖν.
Σίμων
τέχνη ἄρα ἐστὶν ἡ παρασιτική.
Τυχιάδης
τέχνη, ὡς ἔοικεν.
Σίμων
καὶ μὴν κυβερνήτας μὲν ἀγαθοὺς ναυαγίᾳ περιπεσόντας
3
καὶ ἡνιόχους τεχνίτας ἐκπεσόντας τῶν δίφρων οἶδα ἐγὼ πολλάκις, καὶ τοὺς μὲν συντριβέντας, τοὺς δὲ καὶ πάμπαν διαφθαρέντας, παρασίτου δὲ ναυάγιον οὐδὲ εἷς ἔχοι τοιοῦτον εἰπεῖν.
οὐκοῦν εἰ μήτε ἀτεχνία ἐστὶν ἡ παρασιτικὴ μήτε δύναμις, σύστημα δέ τι ἐκ καταλήψεων γεγυμνασμένων, τέχνη δῆλον ὅτι διωμολόγηται ἡμῖν σήμερον.
De parasito sive artem esse parasiticam. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.