Σίμων
φέρε δὴ πάλιν ἀπόκριναί μοι, πότερόν σοι δοκεῖ διαφέρειν, καὶ προκειμένων ἀμφοῖν πότερον ἂν αὐτὸς ἕλοιο, ἆρά γε τὸ πλεῖν ἢ τὸ παραπλεῖν;
Τυχιάδης
τὸ παραπλεῖν ἔγωγε.
Σίμων
τί δέ, τὸ τρέχειν ἢ τὸ παρατρέχειν;
Τυχιάδης
Τὸ παρατρέχειν.
Σίμων
τί δέ, τὸ ἱππεύειν ἢ τὸ παριππεύειν;
Τυχιάδης
τὸ παριππεύειν.
Σίμων
τί δέ, τὸ ἀκοντίζειν ἢ τὸ παρακοντίζειν;
Τυχιάδης
τὸ παρακοντίζειν.
Σίμων
οὐκοῦν ὁμοίως ἂν ἕλοιο
1
καὶ τοῦ ἐσθίειν μᾶλλον τὸ παρασιτεῖν;
Τυχιάδης
ὁμολογεῖν ἀνάγκη. καί σοι λοιπὸν ὥσπερ οἱ παῖδες ἀφίξομαι καὶ ἑῷος καὶ μετʼ ἄριστον μαθησόμενος τὴν τέχνην. σὺ δέ με αὐτὴν δίκαιος διδάσκειν ἀφθόνως, ἐπεὶ καὶ πρῶτος μαθητής σοι γίγνομαι. φασὶ δὲ καὶ τὰς μητέρας μᾶλλον τὰ πρῶτα φιλεῖν τῶν τέκνων.
De parasito sive artem esse parasiticam. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.