Τυχιάδης
ἀλλʼ, ὦ Σίμων, εἰκός γε ἐνδείᾳ τροφῆς λυπηθῆναι αὐτόν.
Σίμων
ἀγνοεῖς, ὦ Τυχιάδη, ὅτι ἐξ ἀρχῆς οὐδὲ παράσιτός ἐστιν οὗτος, ὅστις ἀπορεῖ τροφῆς· οὐδὲ γὰρ ἀνδρεῖος ἀπορίᾳ ἀνδρείας ἐστὶν ἀνδρεῖος, οὐδὲ φρόνιμος ἀπορίᾳ φρενῶν ἐστιν φρόνιμος· ἄλλως γὰρ οὐδὲ
1
παράσιτος ἂν εἴη. πρόκειται δὲ ἡμῖν περὶ παρασίτου ζητεῖν ὄντος, οὐχὶ μὴ ὄντος. εἰ δὲ
2
ὁ ἀνδρεῖος οὐκ ἄλλως ἢ παρουσίᾳ ἀνδρειότητος καὶ ὁ φρόνιμος παρουσίᾳ φρονήσεως, καὶ ὁ παράσιτος δὲ παρουσίᾳ τοῦ παρασιτεῖν παράσιτος ἔσται· ὡς εἴ γε τοῦτο μὴ ὑπάρχοι αὐτῷ, περὶ ἄλλου τινός, καὶ οὐχὶ παρασίτου, ζητήσομεν.
Τυχιάδης
οὐκοῦν οὐδέποτε ἀπορήσει παράσιτος
τροφῆς
Σίμων
ἔοικεν· ὥστε οὔτʼ ἐπὶ τούτῳ οὔτʼ ἐπʼ
3
ἄλλῳ ἐστὶν ὅτῳ λυπηθείη ἄν.
De parasito sive artem esse parasiticam. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.