Τυχιάδης
ἀλλὰ σὺ μὲν ὅπως χαίρεις καλούμενος, οὐδὲν ἢ μικρόν μοι μέλει· σκοπεῖν δὲ δεῖ καὶ τὴν ἄλλην ἀτοπίαν.
Σίμων
τίνα μήν;
Τυχιάδης
εἰ καὶ ταύτην ταῖς ἄλλαις τέχναις ἐγκαταλέξομεν, ὥστε ἐπειδὰν πυνθάνηταί τις, ὁποία τις αὕτη τέχνη ἐστί, λέγειν, οἷον γραμματικὴ ἢ
1
ἰατρική, παρασιτική.
Σίμων
ἐγὼ μέν, ὦ Τυχιάδη, πολὺ μᾶλλον ταύτην ἤ τινα ἑτέραν τέχνην φαίην ἄν. εἰ δέ σοι φίλον ἀκούειν, καὶ ὅπως οἴομαι λέγοιμι ἄν, καίπερ οὐ παντάπασιν ὤν, ὡς ἔφθην εἰπών, ἐπὶ τοῦτο παρεσκευασμένος.
Τυχιάδης
οὐθέν, εἰ καὶ σμικρὰ λέγοις,
2
ἀληθῆ δέ, διοίσει.
Σίμων
ἴθι δὴ πρῶτον, εἴ σοι δοκεῖ, περὶ τῆς τέχνης, ἥτις ποτὲ οὖσα τυγχάνει τῷ γένει,
σκοπῶμεν· οὑτωσὶ γὰρ ἐπακολουθήσαιμεν ἂν καὶ ταῖς κατʼ εἶδος τέχναις, εἴπερ ἄρα ὀρθῶς μετέχοιεν
3
αὐτῆς.
Τυχιάδης
τί ποτʼ οὖν ἐστιν ἡ τέχνη; πάντως
4
ἐπίστασαι.
Σίμων
πάνυ μὲν
οὖν.
Τυχιάδης
μὴ τοίνυν ὄκνει λέγειν αὐτήν, εἴπερ οἶσθα.
De parasito sive artem esse parasiticam. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.