Σίμων
καὶ μὴν ἐκεῖνά γε οὐδείς ἐστιν ὅστις οὐκ ἐπίσταται, ὅτι οἱ μὲν τὰς λοιπὰς τέχνας ἐργαζόμενοι τὸν μὲν ἄλλον χρόνον ταλαιπωροῦσι, μίαν δὲ ἢ δύο μόνας τοῦ μηνὸς ἡμέρας ἱερὰς ἄγουσι,
1
καὶ εὐφραίνεσθαι λέγονται τότε· ὁ δὲ παράσιτος τοῦ μηνὸς τὰς τριάκονθʼ ἡμέρας ἱερὰς ἄγει· πᾶσαι γὰρ αὐτῷ δοκοῦσιν εἶναι τῶν θεῶν.
De parasito sive artem esse parasiticam. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.