Δίκη
αὖθις εἰς τὴν γῆν, ἵνʼ ἐξελαυνομένη πρὸς αὐτῶν δραπετεύω πάλιν ἐκ τοῦ βίου τὴν Ἀδικίαν ἐπιγελῶσαν οὐ φέρουσα;
Ζεύς
χρηστὰ ἐλπίζειν σε δεῖ· πάντως γὰρ ἤδη πεπείκασιν αὐτοὺς οἱ φιλόσοφοι σὲ τῆς Ἀδικίας προτιμᾶν, καὶ μάλιστα ὁ τοῦ Σωφρονίσκου τὸ δίκαιον ὑπερεπαινέσας καὶ ἀγαθῶν τὸ μέγιστον ἀποφήνας.
Δίκη
Πάνυ γοῦν ὃν φὴς αὐτὸν ἐκεῖνον ὤνησαν οἱ περὶ ἐμοῦ λόγοι, ὃς παραδοθεὶς τοῖς ἕνδεκα καὶ εἰς τὸ δεσμωτήριον ἐμπεσὼν ἔπιεν ἄθλιος τοῦ κωνείου, μηδὲ τὸν ἀλεκτρυόνα τῷ Ἀσκληπιῷ ἀποδεδωκώς· παρὰ τοσοῦτον ὑπερέσχον οἱ κατήγοροι τἀναντία περὶ τῆς Ἀδικίας φιλοσοφοῦντες.
Bis accusatus sive tribunalia. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.