Σῦρος
ἐπεὶ καὶ τοῦτο, ὦ ἄνδρες δικασταί, ἡ ἀντίδικος ἠγανάκτησεν, εἰ μακρῷ χρήσομαι τῷ λόγῳ, καὶ ταῦτα τὸ δύνασθαι λέγειν παρʼ ἐκείνης λαβών, πολλὰ μὲν οὐκ ἐρῶ πρὸς ὑμᾶς, τὰ κεφάλαια δὲ αὐτὰ ἀπολυσάμενος
1
τῶν κατηγορηθέντων ὑμῖν ἀπολείψω σκοπεῖν περὶ ἁπάντων. πάντα γὰρ ὁπόσα διηγήσατο περὶ ἐμοῦ ἀληθῆ ὄντα διηγήσατο· καὶ γὰρ ἐπαίδευσεν καὶ συναπεδήμησεν καὶ εἰς τοὺς Ἕλληνας ἐνέγραψεν, καὶ κατά γε τοῦτο χάριν ἂν εἰδείην τῷ γάμῳ. διʼ ἃς δὲ αἰτίας ἀπολιπὼν αὐτὴν ἐπὶ τουτονὶ τὸν Διάλογον ἐτραπόμην, ἀκούσατε, ὦ ἄνδρες δικασταί, καί με μηδὲν τοῦ χρησίμου ἕνεκα ψεύδεσθαι ὑπολάβητε.
Bis accusatus sive tribunalia. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.