Ζεύς
ὥστε ἡδέως ἂν ἐροίμην τοὺς φιλοσόφους, οἳ μόνους τοὺς θεοὺς εὐδαιμονίζουσιν, πότε καὶ σχολάζειν ἡμᾶς τῷ νέκταρι καὶ τῇ ἀμβροσίᾳ νομίζουσι μυρία ὅσα ἔχοντας πράγματα.
Ἰδού γέ τοι ὑπʼ ἀσχολίας τοσαύτας ἑώλους δίκας φυλάττομεν ἀποκειμένας ὑπʼ εὐρῶτος ἤδη καὶ ἀραχνίων διεφθαρμένας, καὶ μάλιστα ὁπόσαι ταῖς ἐπιστήμαις καὶ τέχναις πρὸς ἀνθρώπους τινὰς συνεστᾶσιν, πάνυ παλαιὰς ἐνίας αὐτῶν. οἱ δὲ κεκράγασιν ἁπανταχόθεν καὶ ἀγανακτοῦσιν καὶ τὴν δίκην ἐπιβοῶνται κἀμὲ τῆς βραδυτῆτος αἰτιῶνται, ἀγνοοῦντες ὡς οὐκ ὀλιγωρίᾳ τὰς κρίσεις ὑπερημέρους συνέβη γενέσθαι, ἀλλʼ ὑπὸ τῆς εὐδαιμονίας ᾗ συνεῖναι ἡμᾶς ὑπολαμβάνουσιν. τοῦτο γὰρ τὴν ἀσχολίαν καλοῦσιν.
Bis accusatus sive tribunalia. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.