Ἑρμῆς
ἀλλʼ ἡ μὲν Γραφικὴ πάρεστιν, ὦ Δίκη, ὁ Πύρρων δὲ οὐδὲ τὴν ἀρχὴν ἀνελήλυθεν, καὶ ἐῴκει τοῦτο πράξειν.
Δίκη
διὰ τί, ὦ Ἑρμῆ;
Ἑρμῆς
ὅτι οὐδὲν ἡγεῖται κριτήριον ἀληθὲς εἶναι.
Δίκη
τοιγαροῦν ἐρήμην αὐτοῦ καταδικασάτωσαν. τὸν λογογράφον ἤδη κάλει τὸν Σύρον. καίτοι πρῴην ἀπηνέχθησαν κατʼ αὐτοῦ αἱ γραφαί, καὶ οὐδὲν ἤπειγεν ἤδη κεκρίσθαι. πλὴν ἀλλʼ ἐπεὶ ἔδοξεν, προτέραν εἰσάγαγε τῆς Ῥητορικῆς τὴν δίκην. βαβαί, ὅσοι συνεληλύθασιν ἐπὶ τὴν ἀκρόασιν.
Ἑρμῆς
εἰκότως, ὦ Δίκη· τό τε γὰρ μὴ ἕωλον εἶναι τὴν κρίσιν, ἀλλὰ καινὴν καὶ
ξένην, χθές, ὥσπερ ἔφης, ἐπηγγελμένην,
1
καὶ τὸ ἐλπίζειν ἀκούσεσθαι Ῥητορικῆς μὲν καὶ Διαλόγου ἐν τῷ μέρει κατηγορούντων, ἀπολογουμένου δὲ πρὸς ἀμφοτέρους τοῦ Σύρου, τοῦτο πολλοὺς ἐπήγαγε τῷ δικαστηρίῳ. πλὴν ἀλλὰ ἄρξαι ποτέ, ὦ Ῥητορική, τῶν λόγων.
Bis accusatus sive tribunalia. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.