Πλάτων
ἀπὸ τῆς αὐτῆς πέτρας καὶ οὗτος· ἐπʼ ἄλλον καθείσθω.
Παρρησιάδης
καὶ μὴν ὁρῶ τινα πάγκαλον προσιόντα, ὡς ἂν ἐν βυθῷ δόξειεν, ποικίλον τὴν χρόαν, ταινίας τινὰς ἐπὶ τοῦ νώτου ἐπιχρύσους ἔχοντα. ὁρᾷς, ὦ Ἔλεγχε;
Ἔλεγχος
ὁ τὸν Ἀριστοτέλη προσποιούμενος οὗτός ἐστιν.
Παρρησιάδης
1
ἦλθεν, εἶτα πάλιν ἄπεισιν. περισκοπεῖ
2
ἀκριβῶς, αὖθις ἐπανῆλθεν, ἔχανεν, εἴληπται, ἀνιμήσθω.
Ἀριστοτέλης
μὴ ἀνέρῃ με, ὦ Παρρησιάδη, περὶ αὐτοῦ· ἀγνοῶ γὰρ ὅστις ἐστίν.
Παρρησιάδης
οὐκοῦν καὶ οὗτος, ὦ Ἀριστότελες, κατὰ τῶν πετρῶν.
Piscator. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.