Φιλοσοφία
παύσασθε φιλονεικοῦντες· ὑμεῖς δὲ οἱ Κυνικοὶ μήτε ὠθεῖτε ἀλλήλους μήτε τοῖς ξύλοις παίετε· ἐπʼ ἄλλα γὰρ ἴστε κεκλημένοι. καὶ νῦν ἔγωγε ἡ Φιλοσοφία καὶ Ἀρετὴ αὕτη καὶ Ἀλήθεια δικάσομεν οἵτινες οἱ ὀρθῶς
φιλοσοφοῦντές εἰσιν. εἶτα ὅσοι μὲν ἂν εὑρεθῶσιν κατὰ τὰ ἡμῖν δοκοῦντα βιοῦντες, εὐδαιμονήσουσιν ἄριστοι κεκριμένοι· τοὺς γόητας δὲ καὶ οὐδὲν ἡμῖν προσήκοντας κακοὺς κακῶς ἐπιτρίψομεν, ὡς μὴ ἀντιποιῶνται τῶν ὑπὲρ αὐτοὺς ἀλαζόνες ὄντες. τί τοῦτο; φεύγετε; νὴ Δία, κατὰ τῶν γε κρημνῶν οἱ πολλοὶ ἁλλόμενοι. κενὴ δʼ οὖν ἡ ἀκρόπολις, πλὴν ὀλίγων τούτων ὁπόσοι μεμενήκασιν οὐ φοβηθέντες τὴν κρίσιν.
Piscator. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.