Φιλοσοφία
εἶτα πρὸ δίκης οὐδὲ ἀπολογησάμενον ἀποκτενεῖτε; δῆλος γοῦν ἐστιν εἰπεῖν τι θέλων.
Πλάτων
οὔκ, ἀλλʼ ἐπὶ σὲ τὸ πᾶν ἀνεβαλόμεθα, καὶ σοὶ ὅτι ἂν δοκῇ, τοῦτο ποιήσῃ τέλος τῆς δίκης.
Φιλοσοφία
τί φὴς σύ;
Παρρησιάδης
τοῦτο αὐτό, ὦ δέσποινα Φιλοσοφία, ἥπερ καὶ μόνη τἀληθὲς ἂν ἐξευρεῖν
1
δύναιο· μόλις γοῦν εὑρόμην πολλὰ ἱκετεύσας τὸ σοὶ φυλαχθῆναι τὴν δίκην.
Πλάτων
νῦν, ὦ κατάρατε, δέσποιναν αὐτὴν καλεῖς; πρῴην δὲ τὸ ἀτιμότατον Φιλοσοφίαν ἀπέφαινες ἐν τοσούτῳ θεάτρῳ ἀποκηρύττων κατὰ μέρη δύʼ ὀβολῶν ἕκαστον εἶδος αὐτῆς τῶν λόγων.
Φιλοσοφία
ὁρᾶτε μὴ οὐ Φιλοσοφίαν οὗτός γε ἀλλὰ γόητας ἄνδρας ἐπὶ τῷ ἡμετέρῳ ὀνόματι πολλὰ καὶ μιαρὰ πράττοντας ἠγόρευεν κακῶς.
Παρρησιάδης
εἴσῃ αὐτίκα, ἢν ἐθέλῃς ἀπολογουμένου ἀκούειν μόνον.
Φιλοσοφία
ἀπίωμεν εἰς Ἄρειον πάγον, μᾶλλον δὲ εἰς τὴν ἀκρόπολιν αὐτήν, ὡς ἂν ἐκ περιωπῆς ἅμα καταφανείη πάντα ἐν τῇ πόλει.
Piscator. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.