Ἀγοράστης
βαβαὶ τῆς φιλοδωρίας. τῆς δὲ σοφίας τί σοι τὸ κεφάλαιον
;
Σωκράτης
αἱ ἰδέαι καὶ τὰ τῶν ὄντων παραδείγματα· ὁπόσα γὰρ δὴ ὁρᾷς, τὴν γῆν, τὰ ἐπὶ γῆς, τὸν οὐρανόν, τὴν θάλατταν, ἁπάντων τούτων εἰκόνες ἀφανεῖς ἑστᾶσιν ἔξω τῶν ὅλων.
Ἀγοράστης
ποῦ
δὲ ἑστᾶσιν;
Σωκράτης
οὐδαμοῦ· εἰ γάρ που εἶεν, οὐκ ἂν εἶεν.
Ἀγοράστης
οὐχ ὁρῶ ταῦθʼ ἅπερ λέγεις τὰ παραδείγματα.
Σωκράτης
εἰκότως· τυφλὸς γὰρ εἶ τῆς ψυχῆς τὸν ὀφθαλμόν. ἐγὼ δὲ πάντων ὁρῶ εἰκόνας καὶ σὲ ἀφανῆ κἀμὲ ἄλλον, καὶ ὅλως διπλᾶ πάντα.
Ἀγοράστης
τοιγαροῦν ὠνητέος εἶ σοφὸς καὶ ὀξυδερκής τις ὤν. φέρε ἴδω τί καὶ πράξεις με ὑπὲρ αὐτοῦ σύ;
Ἑρμῆς
δὸς δύο τάλαντα.
Ἀγοράστης
Ὠνησάμην ὅσου φής. τἀργύριον μέντοι εἰς αὖθις καταβαλῶ.
Vitarum auctio. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.