Χάρων
ἀλλὰ μεταξὺ λόγων, τίνες
ἐκεῖνοί εἰσιν οἱ πολεμοῦντες ἢ ὑπὲρ τίνος ἀλλήλους φονεύουσιν;
Ἑρμῆς
Ἀργείους ὁρᾷς, ὦ Χάρων, καὶ Λακεδαιμονίους καὶ τὸν ἡμιθνῆτα ἐκεῖνον στρατηγὸν Ὀθρυάδαν τὸν ἐπιγράφοντα τὸ τρόπαιον τῷ αὑτοῦ αἵματι.
1
Χάρων
ὑπὲρ τίνος δʼ αὐτοῖς, ὦ Ἑρμῆ, ὁ πόλεμος;
Ἑρμῆς
ὑπὲρ τοῦ πεδίου αὐτοῦ, ἐν ᾧ μάχονται.
Χάρων
ὢ τῆς ἀνοίας, οἵ γε οὐκ ἴσασιν ὅτι, κἂν ὅλην τὴν Πελοπόννησον ἕκαστος αὐτῶν κτήσωνται, μόγις ἂν ποδιαῖον λάβοιεν τόπον παρὰ τοῦ
Αἰακοῦ· τὸ δὲ πεδίον τοῦτο ἄλλοτε ἄλλοι γεωργήσουσι πολλάκις ἐκ βάθρων τὸ τρόπαιον ἀνασπάσαντες τῷ ἀρότρῳ.
Ἑρμῆς
οὕτω μὲν ταῦτα ἔσται· ἡμεῖς δὲ καταβάντες ἤδη καὶ κατὰ χώραν εὐθετήσαντες αὖθις τὰ ὄρη ἀπαλλαττώμεθα, ἐγὼ μὲν καθʼ ἃ ἐστάλην, σὺ δὲ ἐπὶ τὸ
πορθμεῖον· ἥξω δέ σοι καὶ αὐτὸς μετʼ ὀλίγον νεκροστολῶν.
Χάρων
εὖ γε ἐποίησας, ὦ Ἑρμῆ· εὐεργέτης εἰς ἀεὶ ἀναγεγράψῃ, ὠνάμην γάρ τι διὰ σὲ τῆς ἀποδημίας. — οἷά ἐστι τὰ τῶν κακοδαιμόνων ἀνθρώπων πράγματα — βασιλεῖς, πλίνθοι χρυσαῖ, ἐπιτύμβια,
2
μάχαι· Χάρωνος δὲ οὐδεὶς λόγος.
Contemplantes. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.