Σόλων
εἰπέ μοι, ὦ Κροῖσε, οἴει γάρ τι δεῖσθαι τῶν πλίνθων τούτων τὸν Πύθιον;
Κροῖσος
νὴ Δίʼ· οὐ γάρ ἐστιν αὐτῷ ἐν Δελφοῖς ἀνάθημα οὐδὲν τοιοῦτον.
Σόλων
οὐκοῦν μακάριον οἴει τὸν θεὸν ἀποφανεῖν,
1
εἰ κτήσαιτο σὺν τοῖς ἄλλοις καὶ πλίνθους χρυσᾶς;
Κροῖσος
πῶς γὰρ οὔ;
Σόλων
πολλήν μοι λέγεις, ὦ Κροῖσε, πενίαν ἐν τῷ οὐρανῷ, εἰ ἐκ Λυδίας μεταστέλλεσθαι τὸ
χρυσίον δεήσει αὐτούς, ἢν ἐπιθυμήσωσι.
Κροῖσος
ποῦ γὰρ τοσοῦτος ἂν γίνοιτο χρυσὸς ὅσος παρʼ ἡμῖν;
Σόλων
εἰπέ μοι, σίδηρος δὲ φύεται ἐν Λυδίᾳ;
Κροῖσος
οὐ πάνυ τι.
Σόλων
τοῦ βελτίονος ἄρα ἐνδεεῖς ἐστε.
Κροῖσος
πῶς ἀμείνων ὁ σίδηρος χρυσίου;
Σόλων
ἢν ἀποκρίνῃ μηδὲν ἀγανακτῶν, μάθοις ἄν.
Κροῖσος
ἐρώτα, ὦ Σόλων.
Σόλων
πότεροι ἀμείνους, οἱ σώζοντές τινας ἢ οἱ σωζόμενοι πρὸς αὐτῶν;
Κροῖσος
οἱ σώζοντες δηλαδή.
Σόλων
ἆρʼ οὖν, ἢν Κῦρος, ὡς λογοποιοῦσι τινες, ἐπίῃ Λυδοῖς, χρυσᾶς μαχαίρας σὺ ποιήσῃ τῷ στρατῷ, ἢ ὁ σίδηρος ἀναγκαῖος τότε;
Κροῖσος
ὁ σίδηρος δῆλον ὅτι.
Σόλων
καὶ εἴ γε τοῦτον μὴ παρασκευάσαιο, οἴχοιτο ἄν σοι ὁ χρυσὸς ἐς Πέρσας αἰχμάλωτος.
Κροῖσος
εὐφήμει, ἄνθρωπε.
Σόλων
μὴ γένοιτο μὲν οὕτω ταῦτα· φαίνῃ δʼ οὖν ἀμείνω τοῦ χρυσοῦ τὸν σίδηρον ὁμολογῶν.
Κροῖσος
οὐκοῦν καὶ τῷ θεῷ σιδηρᾶς πλίνθους κελεύεις ἀνατιθέναι με, τὸν δὲ χρυσὸν ὀπίσω αὖθις ἀνακαλεῖν;
Σόλων
οὐδὲ σιδήρου ἐκεῖνός γε δεήσεται, ἀλλʼ
ἤν τε χαλκὸν ἤν τε χρυσὸν ἀναθῇς, ἄλλοις μέν ποτε κτῆμα καὶ ἕρμαιον ἔσῃ ἀνατεθεικώς, Φωκεῦσιν ἢ Βοιωτοῖς ἢ Δελφοῖς αὐτοῖς ἤ τινι τυράννῳ ἢ λῃστῇ, τῷ δὲ θεῷ ὀλίγον μέλει τῶν σῶν χρυσοποιιῶν.
Κροῖσος
ἀεὶ σύ μου τῷ πλούτῳ προσπολεμεῖς καὶ φθονεῖς.
Contemplantes. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.