Δημέας
χαῖρε, ὦ Τίμων, τὸ μέγα ὄφελος τοῦ γένους,
τὸ ἔρεισμα τῶν Ἀθηνῶν,
1
τὸ πρόβλημα τῆς Ἑλλάδος· καὶ μὴν πάλαι σε ὁ δῆμος συνειλεγμένος καὶ αἱ βουλαὶ ἀμφότεραι περιμένουσι. πρότερον δὲ ἄκουσον τὸ ψήφισμα, ὃ ὑπὲρ σοῦ γέγραφα·
ἐπειδὴ Τίμων Ἐχεκρατίδου
2
Κολλυτεύς, ἀνὴρ οὐ μόνον καλὸς κἀγαθός, ἀλλὰ καὶ σοφὸς ὡς οὐκ ἄλλος ἐν τῇ Ἑλλάδι, παρὰ πάντα χρόνον διατελεῖ τὰ ἄριστα πράττων τῇ πόλει, νενίκηκε δὲ πὺξ καὶ πάλην καὶ δρόμον ἐν Ὀλυμπίᾳ μιᾶς ἡμέρας καὶ τελείῳ ἅρματι καὶ συνωρίδι πωλικῇ —
Τίμων
ἀλλʼ οὐδὲ ἐθεώρησα ἐγὼ πώποτε εἰς Ὀλυμπίαν.
Δημέας
τί οὖν; θεωρήσεις
ὕστερον· τὰ τοιαῦτα δὲ πολλὰ προσκεῖσθαι ἄμεινον.
καὶ ἠρίστευσε δὲ ὑπὲρ
τῆς πόλεως πέρυσι πρὸς Ἀχαρναῖς
3
καὶ κατέκοψε Πελοποννησίων δύο μόρας —
Timon. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.