Μένιππος
οἱ δὲ δὴ Ἐπικούρειοι αὐτῶν λεγόμενοι μάλα δὴ καὶ ὑβρισταί εἰσι καὶ οὐ μετρίως ἡμῶν καθάπτονται μήτε ἐπιμελεῖσθαι τῶν ἀνθρωπίνων λέγοντες τοὺς θεοὺς μήτε ὅλως τὰ γιγνόμενα
ἐπισκοπεῖν· ὥστε ὥρα ὑμῖν λογίζεσθαι διότι ἢν ἅπαξ οὗτοι πεῖσαι τὸν βίον δυνηθῶσιν, οὐ μετρίως πεινήσετε. τίς γὰρ ἂν ἔτι θύσειεν ὑμῖν πλέον οὐδὲν ἕξειν προσδοκῶν;
ἃ μὲν γὰρ ἡ Σελήνη αἰτιᾶται, πάντες ἠκούσατε τοῦ ξένου χθὲς διηγουμένου. πρὸς ταῦτα βουλεύεσθε ἃ καὶ τοῖς ἀνθρώποις γένοιτʼ ἂν ὠφελιμώτατα καὶ ἡμῖν ἀσφαλέστατα.
Icaromenippus. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.