Ἀλεκτρυών
τί οὖν; ἐθέλοις ἂν καὶ τούτων κληρονομεῖν, ὦ Μίκυλλε, καὶ πάντα ἔχειν τὰ Εὐκράτους;
Μίκυλλος
μηδαμῶς, ὦ
ἀλεκτρυών· λιμῷ ἀπολοίμην πρότερον. χαιρέτω τὸ χρυσίον καὶ τὰ δεῖπνα, δύο ὀβολοὶ ἐμοί γε πλοῦτός ἐστι μᾶλλον ἢ τοιχωρυχεῖσθαι πρὸς τῶν οἰκετῶν.
Ἀλεκτρυών
ἀλλὰ νῦν γὰρ ἡμέρα ἤδη ἀμφὶ τὸ λυκαυγὲς αὐτό, ἀπίωμεν οἴκαδε παρʼ ἡμᾶς· τὰ λοιπὰ δὲ εἰσαῦθις ὄψει, ὦ Μίκυλλε.
Gallus. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.