Τιμοκλῆς
εὖ λέγεις· εἰπὲ οὖν μοι, οὐ δοκοῦσί σοι, ὦ κατάρατε, προνοεῖν οἱ θεοί
;
Δάμις
οὐδαμῶς.
Τιμοκλῆς
τί φής; ἀπρονόητα οὖν ταῦτα ἅπαντα;
Δάμις
ναί.
Τιμοκλῆς
οὐδʼ ὑπό τινι οὖν θεῷ τάττεται ἡ τῶν ὅλων ἐπιμέλεια;
Δάμις
οὔ.
Τιμοκλῆς
πάντα δὲ εἰκῆ φέρεται;
Δάμις
ναί.
Τιμοκλῆς
εἶτʼ ἄνθρωποι ταῦτα ἀκούοντες ἀνέχεσθε καὶ οὐ καταλεύσετε τὸν ἀλιτήριον;
Δάμις
τί τοὺς ἀνθρώπους ἐπʼ ἐμὲ παροξύνεις, ὦ Τιμόκλεις;
ἢ τίς ὢν ἀγανακτεῖς ὑπὲρ τῶν θεῶν, καὶ ταῦτα ἐκείνων αὐτῶν οὐκ ἀγανακτούντων; οἵ γε οὐδὲν δεινὸν διατεθείκασί με πάλαι ἀκούοντες,
εἴ γε ἀκούουσιν.
Τιμοκλῆς
ἀκούουσι γάρ, ὦ Δᾶμι, ἀκούουσι, καί σε μετίασί ποτε χρόνῳ.
Juppiter Tragoedus. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.