Ἑρμῆς
Ὦ Ζεῦ,
τί σύννους κατὰ μόνας σαυτῷ λαλεῖς,
ὠχρὸς περιπατῶν, φιλοσόφου τὸ χρῶμʼ ἔχων;
ἐμοὶ προσανάθου, λαβέ με σύμβουλον πόνων,
μὴ καταφρονήσῃς οἰκέτου φλυαρίας.
Ἀθήνη
ναὶ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,
γουνοῦμαί σε θεὰ γλαυκῶπις, τριτογένεια,
ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἤδη,
τίς μῆτις δάκνει σε κατὰ φρένα καὶ κατὰ θυμόν,
ἢ τί βαρὺ στενάχεις ὦχρός τέ σε εἷλε παρειάς;
Ζεύς
οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδʼ εἰπεῖν ἔπος,
οὐδὲ πάθος οὐδὲ συμφορὰ τραγῳδική,
ἣν οὐκ ἰαμβείοις ὑπερπαίω
1
δέκα.
Ἀθήνη
Ἄπολλον, οἵοις φροιμίοις ἄρχῃ λόγου;
Ζεύς
ὦ παγκάκιστα χθόνια γῆς παιδεύματα,
σύ τʼ, ὦ Προμηθεῦ,
οἷά μʼ εἴργασαι
κακά.
Ἀθήνη
τί δʼ ἐστί; πρὸς χορὸν γὰρ οἰκείων ἐρεῖς.
Ζεύς
ὦ μεγαλοσμαράγου στεροπᾶς ῥοίζημα, τί
2
ῥέξεις;
Ἥρα
Κοίμισον ὀργάν, εἰ μὴ κωμῳδίαν, ὦ Ζεῦ, δυνάμεθα ὑποκρίνεσθαι μηδὲ ῥαψῳδεῖν ὥσπερ οὗτοι μηδὲ τὸν Εὐριπίδην ὅλον καταπεπώκαμεν, ὥστε σοι ὑποτραγῳδεῖν.
Juppiter Tragoedus. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.