Ζεύς
οὐκ οἶδʼ ὅ τι σοι ταυτὶ βούλεται τὰ ἐρωτήματα.
Κυνίσκος
ἐκεῖνο, ὦ Ζεῦ· καὶ πρὸς τῶν Μοιρῶν καὶ τῆς Εἱμαρμένης μὴ τραχέως μηδὲ πρὸς ὀργὴν ἀκούσῃς μου τἀληθῆ μετὰ παρρησίας λέγοντος. εἰ γὰρ οὕτως ἔχει ταῦτα καὶ πάντων αἱ Μοῖραι κρατοῦσι καὶ οὐδὲν ἂν ὑπʼ οὐδενὸς ἔτι ἀλλαγείη τῶν ἅπαξ δοξάντων αὐταῖς, τίνος ἕνεκα ὑμῖν οἱ ἄνθρωποι θύομεν καὶ ἑκατόμβας προσάγομεν εὐχόμενοι γενέσθαι ἡμῖν παρʼ ὑμῶν τἀγαθά; οὐχ ὁρῶ γὰρ ὅ τι ἂν ἀπολαύσαιμεν τῆς ἐπιμελείας ταύτης, εἰ μήτε τῶν φαύλων ἀποτροπὰς εὑρέσθαι δυνατὸν ἡμῖν ἐκ τῶν εὐχῶν μήτε ἀγαθοῦ τινος θεοσδότου ἐπιτυχεῖν.
Juppiter Confutatus. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.