Κυνίσκος
τὸ μὲν γὰρ τοῦ Λαΐου καὶ γελοῖον, τό·
μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ·
εἰ γὰρ τεκνώσεις (φησὶ) παῖδʼ, ἀποκτενεῖ
ς’ ὁ φύς.
περιττὴ γάρ, οἶμαι, ἡ παραίνεσις πρὸς τὰ πάντως οὕτω γενησόμενα. τοιγάρτοι μετὰ τὸν χρησμὸν καὶ ἔσπειρεν καὶ ὁ φὺς ἀπέκτεινεν αὐτόν. ὥστε οὐχ ὁρῶ ἀνθʼ ὅτου ἀπαιτεῖτε τὸν μισθὸν ἐπὶ τῇ μαντικῇ.
Juppiter Confutatus. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.