Κλωθώ
φέρʼ ἴδω τίς ἐστι.
Κυνίσκος
1
Μεγαπένθης ὁ Λακύδου, τύραννος.
Κλωθώ
Ἐπίβαινε σύ.
Μεγαπένθης
μηδαμῶς, ὦ δέσποινα Κλωθοῖ, ἀλλά με πρὸς ὀλίγον ἔασον ἀνελθεῖν. εἶτά σοι αὐτόματος ἥξω καλοῦντος μηδενός.
Κλωθώ
τί δὲ ἔστιν οὗ χάριν ἀφικέσθαι θέλεις;
Μεγαπένθης
τὴν οἰκίαν ἐκτελέσαι μοι πρότερον
ἐπίτρεψον· ἡμιτελὴς γὰρ ὁ δόμος καταλέλειπται.
Κλωθώ
ληρεῖς· ἀλλὰ ἔμβαινε.
Μεγαπένθης
οὐ πολὺν χρόνον, ὦ Μοῖρα, αἰτῶ· μίαν με ἔασον μεῖναι τήνδε ἡμέραν, ἄχρι ἄν τι ἐπισκήψω τῇ γυναικὶ περὶ τῶν χρημάτων, ἔνθα τὸν μέγαν εἶχον θησαυρὸν κατορωρυγμένον.
Κλωθώ
Ἄραρεν· οὐκ ἂν τύχοις.
Μεγαπένθης
ἀπολεῖται οὖν χρυσὸς τοσοῦτος;
Κλωθώ
οὐκ ἀπολεῖται. θάρρει τούτου γε ἕνεκα· Μεγακλῆς γὰρ αὐτὸν ὁ σὸς ἀνεψιὸς παραλήψεται.
Μεγαπένθης
ὢ τῆς ὕβρεως. ὁ ἐχθρός, ὃν ὑπὸ ῥᾳθυμίας ἔγωγε οὐ προαπέκτεινα;
Κλωθώ
ἐκεῖνος αὐτός· καὶ ἐπιβιώσεταί σοι ἔτη τετταράκοντα καὶ μικρόν τι πρός, τὰς παλλακίδας καὶ τὴν ἐσθῆτα καὶ τὸν χρυσὸν ὅλον σου παραλαβών.
Μεγαπένθης
ἀδικεῖς, ὦ Κλωθοῖ, τἀμὰ τοῖς πολεμιωτάτοις διανέμουσα.
Κλωθώ
σὺ γὰρ οὐχὶ Κυδιμάχου αὐτὰ ὄντα, ὦ γενναιότατε, παρειλήφεις ἀποκτείνας τε αὐτὸν καὶ τὰ παιδία ἔτι ἐμπνέοντι ἐπισφάξας;
Μεγαπένθης
ἀλλὰ νῦν ἐμὰ ἦν.
Κλωθώ
οὐκοῦν ἐξήκει σοι ὁ χρόνος ἤδη τῆς κτήσεως.
Cataplus. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.