Χάρων
ἄγε δὴ τὰ πορθμεῖα πρῶτον ἡμῖν ἀπόδοτε· καὶ σὺ δός· παρὰ πάντων ἤδη ἔχω. δὸς καὶ σὺ τὸν ὀβολόν, ὦ Μίκυλλε.
Μίκυλλος
παίζεις, ὦ Χάρων, ἢ καθʼ ὕδατος, φασίν, γράφεις παρὰ Μικύλλου δή
1
τινα ὀβολὸν προσδοκῶν. ἀρχὴν δὲ οὐδὲ οἶδα εἰ τετράγωνόν ἐστιν ὁ ὀβολὸς ἢ στρογγύλον.
Χάρων
Ὢ καλῆς ναυτιλίας καὶ ἐπικερδοῦς τήμερον. ἀποβαίνετε δʼ ὅμως· ἐγὼ δὲ ἵππους καὶ βοῦς
καὶ κύνας καὶ τὰ λοιπὰ ζῷα μέτειμι· διαπλεῦσαι γὰρ ἤδη κἀκεῖνα δεῖ.
Κλωθώ
ἄπαγε αὐτούς, ὦ Ἑρμῆ,
παραλαβών· ἐγὼ δὲ αὐτὴ ἐς τὸ ἀντιπέρας ἀναπλευσοῦμαι Ἰνδοπάτην καὶ Ἡραμίθρην τοὺς Σῆρας διάξουσα· τεθνᾶσι γὰρ δὴ πρὸς ἀλλήλων περὶ γῆς ὅρων μαχόμενοι.
Ἑρμῆς
Προΐωμεν, ὦ οὗτοι· μᾶλλον δὲ πάντες ἑξῆς ἕπεσθέ μοι.
Cataplus. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.