Φίλων
ἀλλʼ ἐκεῖνό μοι πρῶτον εἰπέ, τῷ παιδὶ τῷ Ζήνωνι ὁ Ἀρισταίνετος ἀγόμενος γυναῖκα εἱστία ὑμᾶς;
Λυκῖνος
οὔκ, ἀλλὰ τὴν θυγατέρα ἐξεδίδου αὐτὸς τὴν Κλεανθίδα τῷ Εὐκρίτου τοῦ δανειστικοῦ, τῷ φιλοσοφοῦντι.
Φίλων
Παγκάλῳ νὴ Δία μειρακίῳ, ἁπαλῷ γε μὴν ἔτι καὶ οὐ πάνυ καθʼ ὥραν γάμων.
Λυκῖνος
ἀλλʼ οὐκ εἶχεν ἄλλον ἐπιτηδειότερον, οἶμαι. τοῦτον οὖν κόσμιόν τε εἶναι δοκοῦντα καὶ πρὸς φιλοσοφίαν ὡρμημένον, ἔτι δὲ μόνον ὄντα πλουσίῳ τῷ Εὐκρίτῳ, προείλετο νυμφίον ἐξ ἁπάντων.
Φίλων
οὐ μικρὰν λέγεις αἰτίαν τὸ πλουτεῖν τὸν Εὔκριτον. ἀτὰρ οὖν, ὦ Λυκῖνε, τίνες οἱ δειπνοῦντες ἦσαν;
Symposium. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.