Λυκῖνος
οἱ δὲ ἀμφὶ τὸν Ἕρμωνα καὶ Ζηνόθεμιν ἅμα κατέκειντο, ὥσπερ εἴρηται, ὁ μὲν ὑπεράνω ὁ Ζηνόθεμις, ὁ δʼ ὑπʼ
αὐτόν· παρέκειτο δʼ αὐτοῖς τὰ μὲν ἄλλα πάντα ἴσα, καὶ ἀνείλοντο εἰρηνικῶς· ἡ δὲ ὄρνις ἡ πρὸ τοῦ Ἕρμωνος πιμελεστέρα, οὕτως, οἶμαι, τυχόν. ἔδει δὲ καὶ ταύτας ἀναιρεῖσθαι τὴν ἑαυτοῦ ἑκάτερον. ἐν τούτῳ τοίνυν ὁ Ζηνόθεμις — καί μοι, ὦ Φίλων, πάνυ πρόσεχε τὸν νοῦν, ὁμοῦ γάρ ἐσμεν ἤδη τῷ κεφαλαίῳ τῶν πραχθέντων — ὁ δὲ Ζηνόθεμις, φημί, τὴν παρʼ αὑτῷ ἀφεὶς τὴν πρὸ τοῦ Ἕρμωνος ἀνείλετο πιοτέραν, ὡς ἔφην,
οὖσαν· ὁ δʼ ἀντεπελάβετο καὶ οὐκ εἴα πλεονεκτεῖν. βοὴ τὸ ἐπὶ τούτοις, καὶ συμπεσόντες ἔπαιον ἀλλήλους ταῖς ὄρνισιν αὐταῖς ἐς τὰ πρόσωπα, καὶ τῶν πωγώνων ἐπειλημμένοι ἐπεκαλοῦντο βοηθεῖν, ὁ μὲν τὸν Κλεόδημον ὁ Ἕρμων, ὁ δὲ Ζηνόθεμις Ἀλκιδάμαντα καὶ Δίφιλον, καὶ συνίσταντο οἱ μὲν ὡς τοῦτον, οἱ δʼ ὡς ἐκεῖνον πλὴν μόνου τοῦ Ἴωνος·
Symposium. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.