Λυκῖνος
ὁ Κλεόδημος δὲ καὶ πάλαι τινὸς ἀφορμῆς δεόμενος — ἐβούλετο γὰρ συμπλακῆναι τοῖς
Στωικοῖς καὶ διερρήγνυτο οὐκ ἔχων ἀρχὴν εὔλογον — τότε οὖν τὸ ἐνδόσιμον παρασχούσης τῆς ἐπιστολῆς,
τοιαῦτα, ἔφη,
ἐξεργάζεται ὁ καλὸς Χρύσιππος καὶ Ζήνων ὁ θαυμαστὸς καὶ Κλεάνθης, ῥημάτια δύστηνα καὶ ἐρωτήσεις μόνον καὶ σχήματα φιλοσόφων, τὰ δʼ ἄλλα Ἑτοιμοκλεῖς οἱ πλεῖστοι· καὶ αἱ ἐπιστολαὶ ὁρᾶτε ὅπως πρεσβυτικαί, καὶ τὸ τελευταῖον Οἰνεὺς μὲν Ἀρισταίνετος, Ἑτοιμοκλῆς δὲ Ἄρτεμις. Ἡράκλεις, εὔφημα πάντα καὶ ἑορτῇ πρέποντα.
Symposium. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.