Λυκῖνος
παρελθὼν γὰρ εἰς τὸ μέσον οἰκέτης παρʼ Ἑτοιμοκλέους τοῦ Στωϊκοῦ ἥκειν λέγων γραμματίδιον ἔχων
κελεῦσαί οἱ ἔφη τὸν δεσπότην ἐν τῷ κοινῷ ἀναγνόντα εἰς ἐπήκοον ἅπασιν ὀπίσω
αὖθις ἀπαλλάττεσθαι. ἐφέντος οὖν τοῦ Ἀρισταινέτου προσελθὼν πρὸς τὸν λύχνον ἀνεγίνωσκεν.
Φίλων
ἦ που, ὦ Λυκῖνε, τῆς νύμφης ἐγκώμιον ἢ ἐπιθαλάμιον, οἷα πολλὰ ποιοῦσιν;
Λυκῖνος
ἀμέλει καὶ ἡμεῖς
τοιοῦτον ᾠήθημεν, ἀλλʼ οὐδʼ ἐγγὺς ἦν τούτου· ἐνεγέγραπτο γάρ·
Symposium. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.