Χαρίδημος
τοῖς μὲν οὖν ἢ δι᾿ ἀνδρείαν ἢ καθ᾿ ἑτέραν τινὰ τῶν ἀρετῶν ἡμῶν προέχειν δοκοῦσιν, ἢν μὴ τῷ καθ’ ἡμέραν ποιεῖν εὖ ἀναγκάζωσιν ἡμᾶς εὖ αὐτοῖς διακεῖσθαι, βασκαίνομεν μᾶλλον, ἐξ ὧν τἂν οὐ καλῶς αὐτοῖς τὰ πράγματα πραττόμενα σχοίη· καλοὺς δ’ οὐ μόνον οὐ φθονοῦμεν τῆς ὥρας, ἀλλ’ εὐθύς τε ἰδόντες ἁλισκόμεθα ὑπεραγαπῶμέν τε οὐδ’ ἀποκνοῦμεν ὥσπερ κρείττοσιν, ὅσον ἂν ἡμῖν ἐξῇ, δουλεύοντες αὐτοῖς. ἥδιον
633
ἂν οὖν ὑπακούσαι τις ὥρας εὐτυχηκότι ἢ προστάξειε τῷ μὴ τοιούτῳ, καὶ πλείω χάριν ἂν εἰδείη τῷ πολλὰ προςτάττοντι μᾶλλον ἢ τῷ μηδ’ ὁτιοῦν ἐπαγγέλλοντι.
Charidemus. Pseudo-Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.